ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν· νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν. καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην. ἐγκώμιον εἰς Πτολεμαῖον Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς· ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων. ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν, οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. >Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα. τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο, τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις. οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης. ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί, ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί. κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς. πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.— Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.