πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν. δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς· πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι· ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ, ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου. ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν· ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας, ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν· ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις, δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας· ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν· νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν. καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην. ἐγκώμιον εἰς Πτολεμαῖον Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς· ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων. ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν, οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. >Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·