χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. Πραχινόα πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἡρην. Γοργώ θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. Πραχινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς. πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. Ξένος οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι· Πραχινόα ὄχλος ἄθρως. ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένος θάρσει γύναι· ἐν καλῷ εἰμές. Πραχινόα κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ. κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας. Γοργώ Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς. Πραχινόα πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν. ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος. αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. Ἕτερος Ξένος παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. Γοργώ μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές; πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες· δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι. Πραχινόα μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη, πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. Γοργώ σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε. φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη. Γυνή Ἀοιδός δέσποινʼ, ἃ Γολγώς τε καὶἸδάλιον ἐφίλασας αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα· οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι. βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός· τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν. πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται, πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα. εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ, ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ, πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι. χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω. ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες. πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων· ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα. τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός. οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά. νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα· ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα, λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς· Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως, οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων, οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες, οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί· ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις. καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς. Γοργώ Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ. ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας. χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς. χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ. Χάριτες ἢ Ἱέρων αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς, ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν. Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι· ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν. τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει; αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι, πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον, ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι, ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται. τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει; οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων. πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη, ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα· αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς. τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος. οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν. δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς