οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. Γοργώ θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν, τοὶ δʼ ἔβαν ἐς χώραν. Πραχινόα καὐτὰ συναγείρομαι ἤδη. ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ. Γοργώ ἐξ αὐλᾶς ὦ μᾶτερ; Γραῦς ἐγὼν ὦ τέκνα. Γοργώ παρενθεῖν εὐμαρές; Γραῦς ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί, καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται. Γοργώ χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. Πραχινόα πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἡρην. Γοργώ θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. Πραχινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς. πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. Ξένος οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι· Πραχινόα ὄχλος ἄθρως. ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένος θάρσει γύναι· ἐν καλῷ εἰμές. Πραχινόα κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ. κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας. Γοργώ Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς. Πραχινόα πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν. ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος. αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. Ἕτερος Ξένος παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. Γοργώ μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές; πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες· δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.