πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. Συρακούσιαι ἢ Αδωνιάζουσαι Γοργώ ἔνδοι Πραξινόα; Πραχινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραχινόα καθίζευ. Γοργώ ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς. Πραχινόα ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. Γοργώ μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ. θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. Πραχινόα αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώ καλὸς ἀπφῦς. Πραχινόα ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. Γοργώ χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι κοσμεῖν τὰν βασίλισσαν. Πραχινόα ἐν ὀλβίω ὄλβια πάντα. Γοργώ ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. ἕρπειν ὥρα κʼ εἴη. Πραχινόα ἀεργοῖς αἰὲν ἑορτά. Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν· κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ. ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις; παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι. ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν. Γοργώ Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ; Πραχινόα μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα. Γοργώ ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι. Πραχινόα τοῦτο κάλʼ εἶπες. τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι. ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.— ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα, ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκώn· οὐδεὶς κακοεργὸς δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. Γοργώ θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν, τοὶ δʼ ἔβαν ἐς χώραν. Πραχινόα καὐτὰ συναγείρομαι ἤδη. ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ. Γοργώ ἐξ αὐλᾶς ὦ μᾶτερ; Γραῦς ἐγὼν ὦ τέκνα. Γοργώ παρενθεῖν εὐμαρές; Γραῦς ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί, καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται. Γοργώ χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. Πραχινόα πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἡρην. Γοργώ θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. Πραχινόα θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς. πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. Ξένος οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι· Πραχινόα ὄχλος ἄθρως. ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένος θάρσει γύναι· ἐν καλῷ εἰμές. Πραχινόα κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ. κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας. Γοργώ Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς. Πραχινόα πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν. ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος. αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. Ἕτερος Ξένος παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. Γοργώ μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές; πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες· δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι. Πραχινόα μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη, πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. Γοργώ σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε. φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη. Γυνή Ἀοιδός δέσποινʼ, ἃ Γολγώς τε καὶἸδάλιον ἐφίλασας αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα· οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι. βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός· τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.