Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω; ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι. μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν. εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι, σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, ἐξ ὧ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι, οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται. ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί, δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ. κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι. νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας. χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας. πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. Θυώνιχος ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις Αἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν, μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος, Αἰσχίνης τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; Θυώνιχος εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον, πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. Συρακούσιαι ἢ Αδωνιάζουσαι Γοργώ ἔνδοι Πραξινόα; Πραχινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραχινόα καθίζευ. Γοργώ ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην