ὡς χρόνιος. Θυώνιχος χρόνιος; τί δέ τοι τὸ μέλημα; Αἰσχίνης πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε. Θυώνιχος ταῦτʼ ἄρα λεπτός, χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι. τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς, ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν. ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω. Αἰσχίνης παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον. Θυώνιχος τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν. Αἰσχίνης ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ. βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς. ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν. ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο· ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν; οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε, κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας. ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς· οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν. ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς, Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω; ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι. μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν. εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι, σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, ἐξ ὧ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι, οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται. ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί, δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ. κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι. νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας. χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας. πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. Θυώνιχος ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις Αἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν, μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος, Αἰσχίνης τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; Θυώνιχος εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον, πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. Συρακούσιαι ἢ Αδωνιάζουσαι Γοργώ ἔνδοι Πραξινόα; Πραχινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραχινόα καθίζευ. Γοργώ ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς. Πραχινόα ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. Γοργώ μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ. θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. Πραχινόα αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώ καλὸς ἀπφῦς. Πραχινόα ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. Γοργώ χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι κοσμεῖν τὰν βασίλισσαν. Πραχινόα ἐν ὀλβίω ὄλβια πάντα. Γοργώ ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. ἕρπειν ὥρα κʼ εἴη. Πραχινόα ἀεργοῖς αἰὲν ἑορτά. Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν· κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ. ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις; παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι. ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν. Γοργώ Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ; Πραχινόα μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα. Γοργώ ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι. Πραχινόα τοῦτο κάλʼ εἶπες. τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι. ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.— ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα, ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκώn· οὐδεὶς κακοεργὸς δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. Γοργώ θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν, τοὶ δʼ ἔβαν ἐς χώραν. Πραχινόα καὐτὰ συναγείρομαι ἤδη.