ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς· οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν. ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς, Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω; ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι. μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν. εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι, σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, ἐξ ὧ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι, οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται. ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί, δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ. κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι. νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας. χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας. πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. Θυώνιχος ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις Αἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν, μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος, Αἰσχίνης τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; Θυώνιχος εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον, πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. Συρακούσιαι ἢ Αδωνιάζουσαι Γοργώ ἔνδοι Πραξινόα; Πραχινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραχινόα καθίζευ. Γοργώ ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς. Πραχινόα ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. Γοργώ μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ. θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. Πραχινόα αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώ καλὸς ἀπφῦς. Πραχινόα ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. Γοργώ χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι κοσμεῖν τὰν βασίλισσαν.