ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα· Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον. σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς. ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων, ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν. οὕτω μὲν κάλλιστος Ὑλας μακάρων ἀμιθρεῖται· Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν, οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ, πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν. Κυνίσκας Ἔρως ἢ Θυώνιχος. Αἰσχίνης χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. Θυώνιχος ἀλλὰ τὺ ταὐτά, Αἰσχίνα. Αἰσχίνης ὡς χρόνιος. Θυώνιχος χρόνιος; τί δέ τοι τὸ μέλημα; Αἰσχίνης πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε. Θυώνιχος ταῦτʼ ἄρα λεπτός, χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι. τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς, ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν. ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω. Αἰσχίνης παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον. Θυώνιχος τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν. Αἰσχίνης ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ. βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς. ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν. ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο· ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν; οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε, κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας. ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς· οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν. ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,