ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν, Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ, ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν— αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν. ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι, εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα. ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν. λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον. κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι, οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν, χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει, κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις. ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο, νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια, ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν· πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις· κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος. νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν. Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ. τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός· τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†, νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς