οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ, ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη. ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν, Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ, ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν— αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν. ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος