ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά. θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων, τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν. ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς. εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα. ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον. Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί. ὕλας οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο. οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες· ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος, καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο· χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο, οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ, ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.