κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί. ὕλας οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο. οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες· ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος, καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο· χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,