ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον. παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί. συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν. ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς. ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι. τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο; αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν. ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην. νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται, ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν. ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν. ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν. πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν. οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν. Ἀίτης Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ; ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν. ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός, ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά. θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων, τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν. ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς. εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα. ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον. Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.