ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον. παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί. συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν. ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς. ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι. τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο; αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν. ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.