ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις; Βάττος Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω, οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων; Μίλων οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί; Βάττος οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα; Μίλων μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι. Βάττος ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος. Μίλων ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος. Βάττος τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. Μίλων τίς δέ τυ τᾶν παίδων λυμαίνεται; Βάττος ἁ Πολυβώτα, ἃ πρᾶν ἀμάντεσσι παρʼ ἹΙπποκίωνι ποταύλει. Μίλων εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις. μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία. Βάττος μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος, ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. Μίλων οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον, καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. Βάττος Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι. αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,