θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν· μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ. Κύκλωψ οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον, ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι. γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις. οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν, ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,