ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·