τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,