παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι. αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.