τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι, τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις. τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας· ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.