ζάτεισʼ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί. βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας. ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.