πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι, τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;