ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι, τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι; ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον· πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος