ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι,