ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Θύρσις Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.