ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Θύρσις Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι; ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω; οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω, οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ.