παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος· αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι. τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,