φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ. αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος· αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι. τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Θύρσις Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι; ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω; οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω, οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.