τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ. αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.