καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι. ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται, ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος νεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς· ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,