αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν