πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις. ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι, οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.