πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις. ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι, οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ. Φαρμακεύτριαι πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα; στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ, ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα, ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει, οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές. οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα; βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν