χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. Αἴπολος πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις. ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.