καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. Αἴπολος πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,