πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι. Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.