ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι· πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι. Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα