λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν. ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι, ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι· πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι. Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.