ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν. ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,