τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.