ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν