Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα