οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα, καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,