τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής· ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν· Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος· ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει. καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.