Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς. Αἴπολος Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,