Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.