Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς. Αἴπολος Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται, ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ. Θύρσις λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. Αἴπολος οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός, καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας, δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν