ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δʼ οὐκ ἴσασιν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός; τοῦ δʼ ὁμολογήσαντος, καὶ μήν, ἔφη, ζῇ ἐμοῦ πολυτελέστερον· ὥστʼ οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων. εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν, καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, οὐ τὸ εἰσελθεῖν, ἔφη, χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν. Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, λῦσον, τί, ὦ μάταιε, ἔφη, λῦσαι θέλεις, ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει; ἄμεινον ἔφη ἐπαίτην ἢ ἀπαίδευτον εἶναι· οἱ μὲν γὰρ χρημάτων, οἱ δʼ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει· τοῦ δʼ ἐπιδιώκοντος εἰπόντος, τί φεύγεις; ὅτι, φησί, τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, καὶ γὰρ καὶ οἱ ἰατροί. φησί, παρὰ ταῖς τῶν νοσούντων· ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν. Εἰς Κόρινθον αὐτῷ πλέοντί ποτε καὶ χειμαζομένῳ συνέβη ταραχθῆναι. πρὸς οὖν τὸν εἰπόντα, ἡμεῖς μὲν οἱ ἰδιῶται οὐ δεδοίκαμεν, ὑμεῖς δʼ οἱ φιλόσοφοι δειλιᾶτε, οὐ γὰρ περὶ ὁμοίας, ἔφη, ψυχῆς ἀγωνιῶμεν ἑκάτεροι. σεμνυνομένου τινὸς ἐπὶ πολυμαθείᾳ ἔφη, ὥσπερ οὐχ οἱ τὰ πλεῖστα ἐσθίοντες [καὶ γυμναζόμενοι] ὑγιαίνουσι μᾶλλον τῶν τὰ δέοντα προσφερομένων, οὕτως οὐδὲ οἱ πολλὰ ἀλλʼ οἱ χρήσιμα ἀναγινώσκοντές εἰσι σπουδαῖοι. πρὸς τὸν ὑπὲρ αὐτοῦ λογογράφον δίκην εἰπόντα καὶ νικήσαντα, ἔπειτα φάσκοντα πρὸς αὐτόν, τί σε ὤνησε Σωκράτης; ἔφη, τοῦτο, τοὺς λόγους, οὓς εἶπας ὑπὲρ ἐμοῦ, ἀληθεῖς εἶναι. Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ ὁ υἱὸς ἀμείνων ἔσται παιδευθείς, καὶ εἰ μηδὲν ἄλλο, εἶπεν, ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς· τοῦ δʼ εἰπόντος, τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι, πρίω, ἔφη, καὶ ἕξεις δύο. ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵνʼ αὐτὸς χρῷτο, ἀλλʼ ἵνʼ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι. Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.