Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας. Γεγόνασι δʼ Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δʼ ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος ὁ Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός. Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δʼ Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι φανίας ὁ περιπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν· ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τʼ εἶχε πρὸς αὐτὸν δυσμενῶς· διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατʼ Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν. Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁπμοδίως ὑποκρίνασθαι· διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων· ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών· οἷά τʼ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη. τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι· αἰτιασαμένου δέ τινος, σὺ δʼ οὐκ ἄν, εἶπεν, ὀβολοῦ τοῦτον ἐπρίω; ἐπινεύσαντος δέ, τοσοῦτον, ἔφη, ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί. Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι· ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος. Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ, ἵνα κωβιὸν θηράσωσιν· ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννοι λάβω; Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε, καί φησιν, φησιν] σύ φησιν Richards: ἔφη σύ Postgate. εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες. ὁ δέ, καὶ σύ, εἶπεν, εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι πᾶσι θαρρούντως ὁμιλεῖν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν, εἰ τοῦτʼ, ἔφη, φαῦλον ἦν, οὐκ ἂν ἐν ταῖς τῶν θεῶν ἑορταῖς ἐγίνετο. ἐρωτηθείς ποτε τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, ἐὰν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιωσόμεθα.